Anzeige. Gutenberg Edition 16. Alle Werke aus dem Projekt Gutenberg-DE. Mit zusätzlichen E-Books. Eine einmalige Bibliothek. +++ Information und Bestellung in unserem Shop +++
ΛΟΓΟΣ ἝΒΔΟΜΟΣ. | Siebentes Buch. |
α' | 1. | |
Ὅσα μὲν δὴ ἐν τῇ ἀναβάσει τῇ μετὰ Κύρου ἔπραξαν οἱ Ἕλληνες μέχρι τῆς μάχης, καὶ ὅσα ἐπεὶ Κῦρος ἐτελεύτησεν ἐν τῇ πορείᾳ μέχρι εἰς τὸν Πόντον ἀφίκοντο, καὶ ὅσα ἐκ τοῦ Πόντου πεζῇ ἐξιόντες καὶ ἐκπλέοντες ἐποίουν μέχρι ἔξω τοῦ στόματος ἐγένοντο ἐν Χρυσοπόλει τῆς Ἀσίας, πάντα ἐν τῷ πρόσϑεν λόγῳ δεδήλωται. Ἐκ τούτου δὲ Φαρνάβαζος φοβούμενος τὸ στράτευμα μὴ ἐπὶ τὴν αὑτοῦ ἀρχὴν στρατεύηται, πέμψας πρὸς Ἀναξίβιον τὸν ναύαρχον, ὁ δ' ἔτυχεν ἐν Βυζαντίῳ ὤν, ἐδεῖτο διαβιβάσαι τὸ στράτευμα ἐκ τῆς Ἀσίας καὶ ὑπισχνεῖτο πάντα ποιήσειν αὐτῷ ὅσα δέοι. Καὶ Ἀναξίβιος μετεπέμψατο τοὺς στρατηγοὺς καὶ λοχαγοὺς [τῶν στρατιωτῶν] εἰς Βυζάντιον καὶ ὑπισχνεῖτο, εἰ διαβαῖεν, μισϑοφορὰν ἔσεσϑαι τοῖς στρατιώταις. Οἱ μὲν δὴ ἄλλοι ἔφασαν βουλευσάμενοι ἀπαγγέλλειν· Ξενοφῶν δὲ εἶπεν αὐτῷ ὅτι ἀπαλλάξοιτο ἤδη ἀπὸ τῆς στρατιᾶς καὶ βούλοιτο ἀποπλεῖν. Ὁ δὲ Ἀναξίβιος ἐκέλευσεν αὐτὸν συνδιαβάντα ἔπειτα οὕτως ἀπαλλάττεσϑαι. Ἔφη οὖν ταῦτα ποιήσειν. Σεύϑης δὲ ὁ Θρᾷξ πέμπει Μηδοσάδην καὶ κελεύει Ξενοφῶντα συμπροϑυμεῖσϑαι ὅπως διαβῇ τὸ στράτευμα, καὶ ἔφη αὐτῷ ταῦτα συμπροϑυμηϑέντι οὐ μεταμελήσειν. Ὁ δ' εἶπεν· Ἀλλὰ τὸ μὲν στράτευμα διαβήσεται· τούτου ἕνεκα μηδὲν τελείτω μήτε ἐμοὶ μήτε ἄλλῳ μηδενί· ἐπειδὰν δὲ διαβῇ, ἐγὼ μὲν ἀπαλλάξομαι, πρὸς δὲ τοὺς διαμένοντας καὶ ἐπικαιρίους ὄντας προσφερέσϑω ὡς ἂν αὐτῷ δοκῇ ἀσφαλές. Ἐκ τούτου διαβαίνουσι πάντες εἰς τὸ Βυζάντιον οἱ στρατιῶται. Καὶ μισϑὸν μὲν οὐκ ἐδίδου ὁ Ἀναξίβιος, ἐκήρυξε δὲ λαβόντας τὰ ὅπλα καὶ τὰ σκεύη τοὺς στρατιώτας ἐξιέναι, ὡς αποπέμψων τε ἅμα καὶ ἀριϑμὸν ποιήσων. Ἐνταῦϑα οἱ στρατιῶται ἤχϑοντο, ὅτι οὐκ εἶχον ἀργύριον ἐπισιτίζεσϑαι εις τὴν πορείαν, καὶ ὀκνηρῶς συνεσκευάζοντο. Καὶ ὁ Ξενοφῶν, Κλεάνδρῳ τῷ ἁρμοστῇ ξένος γεγενημένος, προσελϑὼν ἠσπάζετο αὐτὸν ὡς ἀποπλευσούμενος ἤδη. Ὁ δὲ αὐτῷ λέγει· Μὴ ποιήσῃς ταῦτα· εἰ δὲ μή, ἔφη, αἰτίαν ἕξεις, ἐπεὶ καὶ νῦν τινες ἤδη σὲ αἰτιῶνται ὅτι οὐ ταχὺ ἐξέρπει τὸ στράτευμα. Ὁ δ' εἶπεν· Ἀλλ' αἴτιος μὲν ἔγωγε οὐκ εἰμὶ τούτου, οἱ δὲ στρατιῶται αὐτοί, ἐπισιτισμοῦ δεόμενοι καὶ οὐκ ἔχοντες, διὰ τοῦτο ἀϑυμοῦσι πρὸς τὴν ἔξοδον. Ἀλλ' ὅμως, ἔφη, ἐγώ σοι συμβουλεύω ἐξελϑεῖν μὲν ὡς πορευσόμενον, ἐπειδὰν δ' ἔξω γένηται τὸ στράτευμα, τότε ἀπαλλάττεσϑαι. Ταῦτα τοίνυν, ἔφη ὁ Ξενοφῶν, ἐλϑόντες πρὸς Ἀναξίβιον διαπραξόμεϑα. Οὕτως ἐλϑόντες ἔλεγον ταῦτα. Ὁ δὲ ἐκέλευσεν οὕτω ποιεῖν καὶ ἐξιέναι τὴν ταχίστην συνεσκευασμένους, καὶ προσανειπεῖν, ὃς ἂν μὴ παρῇ εἰς τὴν ἐξέτασιν καὶ τὸν ἀριϑμόν, ὅτι αὐτὸς αὑτὸν αἰτιάσεται. Ἐντεύϑεν ἐξῄεσαν οἱ τε στρατηγοὶ πρῶτοι καὶ οἱ ἄλλοι. Καὶ ἄρδην πάντες πλὴν ὀλίγων ἔξω ἦσαν, καὶ Ἐτεόνικος εἱστήκει παρὰ τὰς πύλας ὡς, ὁπόταν ἔξω γένωνται πάντες, ἀποκλείσων τὰς πύλας καὶ τὸν μοχλὸν ἐμβαλῶν. Ὁ δὲ Ἀναξίβιος συγκαλέσας τοὺς στρατηγοὺς καὶ τοὺς λοχαγοὺς ἔλεξε· Τὰ μὲν ἐπιτήδεια, ἔφη, λαμβάνετε ἐκ τῶν Θρᾳκίων κωμῶν· εἰσὶ δὲ αὐτόϑι πολλαὶ κριϑαὶ καὶ πυροὶ καὶ τἆλλα τὰ ἐπιτήδεια· λαβόντες δὲ πορεύεσϑε εἰς τὴν Χεῤῥόνησον, ἐκεῖ δὲ Κυνίσκος ὑμῖν μισϑοδοτήσει. Ἐπακούσαντες δέ τινες τῶν στρατιωτῶν ταῦτα ἢ καὶ τῶν λοχαγῶν τις διαγγέλλει εἰς τὸ στράτευμα. Καὶ οἱ μὲν στρατηγοὶ ἐπυνϑάνοντο περὶ τοῦ Σεύϑου πότερα πολέμιος εἴη ἢ φίλος, καὶ πότερα διά τοῦ ἱεροῦ ὄρους δέοι πορεύεσϑαι ἢ κύκλῳ διὰ μέσης τῆς Θρᾴκης. Ἐν ᾧ δὲ οὗτοι ταῦτα διελέγοντο οἱ στρατιῶται ἀναρπάσαντες τὰ ὅπλα ϑέουσι δρόμῳ πρὸς τὰς πύλας ὡς πάλιν εἰς τὸ τεῖχος εἰσιόντες. Ὁ δὲ Ἐτεόνικος καὶ οἱ σὺν αὐτῷ ὡς εἶδον προσϑέοντας τοὺς ὁπλίτας, συγκλείουσι τὰς πύλας καὶ τὸν μοχλὸν ἐμβάλλουσιν. Οἱ δὲ στρατιῶται ἔκοπτον τὰς πύλας καὶ ἔλεγον ὁτι ἀδικώτατα πάσχοιεν ἐκβαλλόμενοι εἰς τοὺς πολεμίους· καὶ κατασχίσειν τὰς πύλας ἔφασαν, εἰ μὴ ἑκόντες ἀνοίξουσιν. Ἄλλοι δ' αὐτῶν ἔϑεον ἐπὶ ϑάλατταν καὶ παρὰ τὴν χηλὴν τοῦ τείχους ὑπερβαίνουσιν εἰς τὴν πόλιν, ἄλλοι δὲ οἳ ἐτύγχανον ἔνδον ὄντες τῶν στρατιωτῶν ὡς ὁρῶσι τὰ ἐπὶ ταῖς πύλαις πράγματα, διακόψαντες ταῖς ἀξίναις τὰ κλεῖϑρα ἀναπεταννύουσι τὰς πύλας· οἱ δ' εἰσπίπτουσιν. Ὁ δὲ Ξενοφῶν ὡς εἶδε τὰ γιγνόμενα, δείσας μὴ ἐφ' ἁρπαγὴν τράποιτο τὸ στράτευμα καὶ ἀνήκεστα κακὰ γένοιτο τῇ πόλει καὶ ἑαυτῷ καὶ τοῖς στρατιώταις, ἔϑει καὶ συνεισπίπτει εἴσω τῶν πυλῶν σὺν τῷ ὄχλῳ. Οἱ δὲ Βυζάντιοι ὡς εἶδον τὸ στράτευμα βίᾳ εἰσπῖπτον, φεύγουσιν ἐκ τῆς ἀγορᾶς, οἱ μὲν εἰς τὰ πλοῖα, οἱ δὲ οἴκαδε, ὅσοι δὲ ἔνδον ἐτύγχανον ὄντες ἔξω, οἱ δὲ καϑεῖλκον τὰς τριήρεις, ὡς ἐν ταὶς τριήρεσι σώζοιντο, πάντες δὲ ᾦοντο ἀπολωλέναι ὡς ἑαλωκυίας τῆς πόλεως. Ὁ δὲ Ἐτεόνικος εἰς τὴν ἄκραν ἀποφεύγει. Ὁ δὲ Ἀναξίβιος καταδραμὼν ἐπὶ ϑάλατταν ἐν ἁλιευτικῷ πλοίῳ περιέπλει εἰς τὴν ἀκρόπολιν, καὶ εὐϑὺς μεταπέμπεται ἐκ Καλχηδόνος φρουρούς· οὐ γὰρ ἱκανοὶ ἐδόκουν εἶναι οἱ ἐν τῇ ἀκροπόλει σχεῖν τοὺς ἄνδρας. Οἱ δὲ στρατιῶται ὡς εἶδον τὸν Ξενοφῶντα, προσπίπτουσιν αὐτῷ πολλοὶ καὶ λέγουσι· Νῦν σοι ἔξεστιν, ὦ Ξενοφῶν, ἀνδρὶ γενέσϑαι. Ἔχεις πόλιν, ἔχεις τριήρεις, ἔχεις χρήματα, ἔχεις ἄνδρας τοσούτους. Νῦν ἄν, εἰ βούλοιο, σύ τε ἡμᾶς ὀνήσαις καὶ ἡμεῖς σὲ μέγαν ποιήσαιμεν. Ὁ δ' ἀπεκρίνατο· Ἀλλ' εὖ τε λέγετε καὶ ποιήσω ταῦτα· εἰ δὲ τούτων ἐπιϑυμεῖτε, ϑέσϑε τὰ ὅπλα ἐν τάξει ὡς τάχιστα· βουλόμενος αὐτοὺς κατηρεμίσαι· καὶ αὐτός τε παρηγγύα ταῦτα καὶ τοὺς ἄλλους ἐκέλευσε παρεγγυᾶν [καὶ τίϑεσϑαι τὰ ὅπλα]. Οἱ δὲ αὐτοὶ ὑφ' ἑαυτῶν ταττόμενοι οἵ τε ὁπλῖται ἐν ὀλίγῳ χρόνῳ εἰς ὀκτὼ ἐγένοντο καὶ οἱ πελτασταὶ ἐπὶ τὸ κέρας ἑκάτερον παραδεδραμήκεσαν. Τὸ δὲ χωρίον οἷον κάλλιστον ἐκτάξασϑαί ἐστι τὸ Θρᾴκιον καλούμενον, ἔρημον οἰκιῶν καὶ πεδινόν. Ἐπεὶ δὲ ἔκειτο τὰ ὅπλα καὶ κατηρεμίσϑησαν, συγκαλεῖ Ξενοφῶν τὴν στρατιὰν καὶ λέγει τάδε. Ὅτι μὲν ὀργίζεσϑε, ὦ ἄνδρες στρατιῶται, καὶ νομίζετε δεινὰ πάσχειν ἐξαπατώμενοι οὐ ϑαυμάζω. Ἐὰν δὲ τῷ ϑυμῷ χαριζώμεϑα καὶ Λακεδαιμονίους τε τοὺς παρόντας τῆς ἐξαπάτης τιμωρησώμεϑα καὶ τὴν πόλιν τὴν οὐδὲν αἰτίαν διαρπάσωμεν, ἐνϑυμηϑῆτε ἃ ἔσται ἐντεῦϑεν. Πολέμιοι μὲν ἐσόμεϑα ἀποδεδειγμένοι Λακεδαιμονίοις τε καὶ τοῖς συμμάχοις. Οἷος δ' ὁ πόλεμος ἂν γένοιτο εἰκάζειν δὴ πάρεστιν, ἑωρακότας καὶ ἀναμνησϑὲντας τὰ νῦν δὴ γεγενημένα. Ἡμεῖς γὰρ οἱ Ἀϑηναῖοι εἰσήλϑομεν εἰς τὸν πόλεμον τὸν πρὸς τοὺς Λακεδαιμονίους καὶ τοὺς συμμάχους ἔχοντες τριήρεις τὰς μὲν ἐν ϑαλάττῃ, τὰς δ' ἐν τοῖς νεωρίοις οὐκ ἐλάττους τριακοσίων, ὑπαρχόντων δὲ πολλῶν χρημάτων ἐν τῇ πόλει καὶ προσόδου οὔσης κατ' ἐνιαυτὸν ἀπό τε τῶν ἐνδήμων καὶ ἐκ τῆς ὑπερορίας οὐ μεῖον χιλίων ταλάντων, ἄρχοντες δὲ τῶν νήσων ἁπασῶν καὶ ἔν τε τῇ Ἀσίᾳ πολλὰς ἔχοντες πόλεις καὶ ἐν τῇ Εὐρώπῃ ἄλλας τε πολλὰς καὶ αὐτὸ τοῦτο τὸ Βυζάντιον, ὅπου νῦν ἐσμὲν ἔχοντες, κατεπολεμήϑημεν οὕτως ὡς πάντες ὑμεῖς ἐπίστασϑε. Νῦν δὲ δὴ τί ἂν οἰόμεϑα παϑεῖν, Λακεδαιμονίοις μὲν καὶ τῶν ἀρχαίων συμμάχων ὑπαρχόντων, Ἀϑηναίων δὲ καὶ ὅσοι ἐκείνοις τότε ἦσαν σύμμαχοι πάντων προσγεγενημένων, Τισσαφέρνους δὲ καὶ τῶν ἐπὶ ϑαλάττῃ ἄλλων βαρβάρων πάντων πολεμίων ἡμῖν ὄντων, πολεμιωτάτου δὲ αὐτοῦ τοῦ ἄνω βασιλέως, ὃν ἤλϑομεν ἀφαιρησόμενοί τε τὴν ἀρχὴν καὶ ἀποκτενοῦντες, εἰ δυναίμεϑα. Τούτων δὴ πάντων ὁμοῦ ὄντων ἔστι τις οὕτως ἄφρων ὅστις οἴεται ἂν ἡμᾶς περιγενέσϑαι; Μὴ πρὸς ϑεῶν μαινώμεϑα μηδ' αἰσχρῶς ἀπολώμεϑα πολέμιοι ὄντες καὶ ταῖς πατρίσι καὶ τοῖς ἡμετέροις αὐτῶν φίλοις τε καὶ οἰκείοις· ἐν γὰρ ταῖς πόλεσίν εἰσι πάντες ταῖς ἐφ' ἡμᾶς στρατευσομέναις· καὶ δικαίως· εἰ βάρβαρον μὲν πόλιν οὐδεμίαν ἠϑελήσαμεν κατασχεῖν, καὶ ταῦτα κρατοῦντες, Ἑλληνίδα δὲ εἰς ἣν πρώτην ἤλϑομεν πόλιν, ταύτην ἐξαλαπάξομεν. Ἐγὼ μὲν τοίνυν εὔχομαι πρὶν ταῦτα ἐπιδεῖν ὑφ' ὑμῶν γενόμενα μυρίας ἐμέ γε κατὰ γῆς ὀργυιὰς γενέσϑαι. Καὶ ὑμῖν δὲ συμβουλεύω Ἕλληνας ὄντας τοῖς τῶν Ἑλλήνων προεστηκόσι πειϑομένους πειρᾶσϑαι τῶν δικαίων τυγχάνειν. Ἐὰν δὲ μὴ δύνησϑε ταῦτα, ἡμᾶς δεῖ ἀδικουμένους τῆς γοῦν Ἑλλάδος μὴ στέρεσϑαι. Καὶ νῦν μοι δοκεῖ πέμψαντας Ἀναξιβίῳ εἰπεῖν ὅτι ἡμεῖς οὐδὲν βίαιον ποιήσοντες παρεληλύϑαμεν εἰς τὴν πόλιν, ἀλλ' ἢν μὲν δυνώμεϑα παρ' ὑμῶν ἀγαϑόν τι εὑρίσκεσϑαι· εἰ δὲ μή, ἀλλὰ δηλώσοντες ὑμῖν ὅτι οὐκ ἐξαπατώμενοι, ἀλλὰ πειϑόμενοι ἐξερχόμεϑα. Ταῦτα ἔδοξε· καὶ πέμπουσιν Ἱερώνυμόν τε Ἠλεῖον ἐροῦντα ταῦτα καὶ Εὐρύλοχον Ἀρκάδα καὶ Φιλήσιον Ἀχαιόν. Οἱ μὲν ταῦτα ᾤχοντο ἐροῦντες. Ἔτι δὲ καϑημένων τῶν στρατιωτῶν προσέρχεται Κοιρατάδης Θηβαῖος, ὃς οὐ φεύγων τὴν Ἑλλάδα περιῄει, ἀλλὰ στρατηγιῶν καὶ ἐπαγγελλόμενος, εἴ τις ἢ πόλις ἢ ἔϑνος στρατηγοῦ δέοιτο· καὶ τότε προσελϑὼν ἔλεγεν ὅτι ἕτοιμος εἴη ἡγεῖσϑαι αὐτοῖς εἰς τὸ Δέλτα καλούμενον τῆς Θρᾷκης, ἔνϑα πολλὰ καὶ ἀγαϑὰ λήψοιντο· ἔστε δ' ἂν μόλωσιν, εἰς ἀφϑονίαν παρέξειν ἔφη καὶ σιτία καὶ ποτά. Ἀκούουσι ταῦτα τοῖς στρατιώταις καὶ τὰ παρὰ Ἀναξιβίου ἅμα ἀπαγγελλόμενα· ἀπεκρίνατο γὰρ ὅτι πειϑομένοις αὐτοῖς οὐ μεταμελήσει, ἀλλὰ τοῖς τε οἴκοι τέλεσι ταῦτα ἀπαγγελεῖ καὶ αὐτὸς βουλεύσοιτο περὶ αὐτῶν ὅ,τι δύναιτο ἀγαϑόν· ἐκ τούτου οἱ στρατιῶται τόν τε Κοιρατάδην δέχονται στρατηγὸν καὶ ἔξω τοῦ τείχους ἀπῆλϑον. Ὁ δὲ Κοιρατάδης συντίϑεται αὐτοῖς εἰς τὴν ὑστεραίαν παρέσεσϑαι ἐπὶ τὸ στράτευμα ἔχων καὶ ἱερεῖα καὶ μάντιν καὶ σιτία καὶ ποτὰ τῇ στρατιᾷ. Ἐπεὶ δὲ ἐξῆλϑον, ὁ Ἀναξίβιος ἔκλεισέ τε τὰς πύλας καὶ ἐκήρυξεν, ὃς ἂν ἁλῷ ἔνδον ὢν τῶν στρατιωτῶν, ὅτι πεπράσεται. Τῇ δ' ὑστεραίᾳ ὁ Κοιρατάδης μὲν ἔχων τὰ ἱερεῖα καὶ τὸν μάντιν ἧκε, καὶ ἄλφιτα φέροντες εἵποντο αὐτῷ εἴκοσιν ἄνδρες καὶ οἶνον ἄλλοι εἴκοσιν ἄνδρες καὶ ἐλαιῶν τρεῖς καὶ σκορόδων εἷς ἀνὴρ ὅσον ἐδύνατο μέγιστον φορτίον καὶ ἄλλος κρομμύων· ταῦτα δὲ καταϑέμενος ὡς ἐπὶ δάσμευσιν ἐϑύετο. Ξενοφῶν δὲ μεταπεμψάμενος Κλέανδρον ἐκέλευέν οἱ διαπρᾶξαι ὅπως εἰς τὸ τεῖχός [τε] εἰσέλϑοι καὶ ἀποπλεύσαι ἐκ Βυζαντίου. Ἐλϑὼν δ' ὁ Κλέανδρος, Μάλα μόλις, ἔφη, διαπραξάμενος ἥκω· λέγειν γὰρ Ἀναξίβιον ὅτι οὐκ ἐπιτήδειον εἴη τοὺς μὲν στρατιώτας πλησίον εἶναι τοῦ τείχους, Ξενοφῶντα δὲ ἔνδον· τοὺς Βυζαντίους δὲ στασιάζειν καὶ πονηροὺς εἶναι πρὸς ἀλλήλους· ὅμως δὲ εἰσιέναι, ἔφη, ἐκέλευεν, εἰ μέλλοις σὺν ἑαυτῷ ἐκπλεῖν. Ὁ μὲν δὴ Ξενοφῶν ἀσπασάμενος τοὺς στρατιώτας εἴσω τοῦ τείχους ἀπῄει σὺν Κλεάνδρῳ. Ὁ δὲ Κοιρατάδης τῇ μὲν πρώτῃ ἡμέρᾳ οὐκ ἐκαλλιέρει οὐδὲ διεμέτρησεν οὐδὲν τοῖς στρατιώταις· τῇ δ' ὑστεραίᾳ τὰ μὲν ἱερεῖα εἱστήκει παρὰ τὸν βωμὸν καὶ Κοιρατάδης ἐστεφανωμένος ὡς ϑύσων· προσελϑὼν δὲ Τιμασίων ὁ Δαρδανεὺς καὶ Νέων ὁ Ἀσιναῖος καὶ Κλεάνωρ ὁ Ὀρχομένιος ἔλεγον Κοιρατάδῃ μὴ ϑύειν, ὡς οὐχ ἡγησόμενον τῇ στρατιᾷ, εἰ μὴ δώσει τὰ ἐπιτήδεια. Ὁ δὲ κελεύει διαμετρεῖσϑαι. Ἐπεὶ δὲ πολλῶν ἐνέδει αὐτῷ ὥστε ἡμέρας σῖτον ἑκάστῳ γενέσϑαι τῶν στρατιωτῶν, ἀναλαβὼν τὰ ἱερεῖα ἀπῄει καὶ τὴν στρατηγίαν ἀπειπών. |
Die Thaten der Griechen auf ihrem Hinmarsch mit Cyrus bis zur Schlacht, die Geschichte ihres Rückmarsches nach Cyrus' Falle bis an den Pontus, die Begebenheiten ihrer Land- und Seereise vom äußersten Pontus bis Chrysopolis in Asien, außerhalb der Mündung desselben – Alles dies ist in den vorigen Büchern erzählt worden. Hierauf schickte Pharnabazus aus Besorgniß, die Armee möchte in sein Gebiet einfallen, zum Admiral Anaxibius, der sich gerade in Byzanz befand und ließ ihn bitten, die Armee aus Asien überzusetzen mit dem Versprechen, ihm dafür alle Gegendienste, die er verlangte, zu erzeigen. Anaxibius ließ die Anführer und Hauptleute der Armee nach Byzanz kommen und versprach, den Soldaten Löhnung zu geben, wenn sie übersetzen wollten. Die Andern erwiderten: sie würden die Sache überlegen und ihm Antwort sagen. Xenophon aber sagte ihm sein Vorhaben, jetzt schon die Armee zu verlassen und zu Schiffe abzugehen. Anaxibius jedoch forderte ihn auf, mit der Armee überzusetzen und dann erst seinen Abschied zu nehmen. Xenophon versprach, es zu thun. Unterdessen ließ der thrazische König Seuthes Xenophon durch einen Abgeordneten, Midosates, auffordern, die Ueberfahrt der Armee zu befördern, mit dem Versprechen, diese Mitwirkung solle ihn nicht gereuen. Xenophon erwiederte: »Die Armee wird ohne dies übersetzen; deshalb darf Seuthes weder mich, noch irgend einen Andern bezahlen: nach bewerkstelligter Ueberfahrt aber werde ich abgehen; er kann aber mit Personen, die bei der Armee bleiben und für seine Absichten brauchbar sind, nach Gutbefinden in Unterhandlung treten.« Hierauf setzte die ganze Armee nach Byzanz über. Anaxibius aber zahlte ihnen keinen Sold, sondern in der Absicht, sie zu mustern und dann sogleich fortzuschicken, ließ er durch den Herold bekannt machen: die Armee sollte mit Waffen und Gepäck aufmarschiren. Die Soldaten wurden unwillig hierüber, weil sie kein Geld hatten, um sich auf dem Marsch mit Lebensmitteln zu versehen, und packten verdrossen ein. Xenophon, der mit dem Statthalter Kleander Gastfreundschaft geschlossen hatte, ging zu ihm und in Begriff bald abzusegeln, umarmte er ihn zum Abschiede. Kleander aber sagte zu ihm: »Thue das nicht, sonst ziehst du dir Verantwortung zu: denn schon jetzt geben gewisse Personen dir die Schuld, daß die Armee mit dem Ausmarsche so zögert.« Xenophon erwiederte: »Dafür kann ich nicht; sondern die Soldaten haben deswegen keine Lust zum Abzuge, weil ihnen der Proviant und die Mittel, ihn anzuschaffen, fehlen.« »Demungeachtet,« sagte Kleander, »rathe ich dir, die Stadt so zu verlassen, als wolltest du mit der Armee abziehen und erst nach dem Abmarsche der letztern fortreisen.« »So laß uns,« sagte Xenophon, »zum Anaxibius gehen und die Sache so mit ihm verabreden.« Dies geschah. »Macht es so,« erwiederte er, »und laßt die Armee aufs Schleunigste mit allem Gepäck ausmarschiren und ihr bekannt machen, daß Jeder, der bei der Musterung und Zählung nicht zugegen sein würde, dafür verantwortlich gemacht werden sollte.« Hierauf zogen zuerst die Heerführer und dann die Uebrigen aus. Beinah Alle waren schon aus der Stadt, und Eteonikus stand an dem Thore, um, wenn sie sämmtlich hinaus wären, das Thor zu schließen und den Riegel vorzuschieben, als Anaxibius die Heerführer und Hauptleute zu sich berief und sagte: »Mit Proviant versorgt euch in den thrazischen Dörfern, denn da gibt es viel Gerste, Weizen und andre Lebensmittel, und dann marschirt in den Chersones, wo euch Cyniskus Löhnung geben wird.« Einige Soldaten mochten dies gehört haben, oder einer von den Hauptleuten verbreitete es unter der Armee. Die Heerführer erkundigten sich hierauf, ob Seuthes mit den Lacedämoniern im Kriege oder Frieden stünde, und ob man über den heiligen Berg oder um ihn herum mitten durch Thrazien marschiren müßte. Während dieser Unterredung griffen die Soldaten zu den Waffen und rannten auf die Thore zu, um wieder in die Stadt zu kommen. Eteonikus, und die bei ihm waren, schlossen bei dem Anblicke der heranlaufenden Hopliten zu und schoben den Riegel vor. Die Soldaten schlugen an und riefen, es wäre das ungerechteste Verfahren gegen sie, sie auszustoßen und den Feinden blos zu stellen, und wenn man ihnen nicht freiwillig die Thore öffnete, so würden sie sie einschlagen. Eine Anzahl von ihnen lief ans Meer und stieg an dem Vorrande über die Mauer in die Stadt: und als diejenigen Soldaten, die sich noch inwendig in der Stadt befanden, gewahr wurden, was draußen vorging, hieben sie die Riegel mit Aexten durch und öffneten die Thore. Jene drangen nun ein. Als Xenophon sah, was vorging und besorgte, die Truppen möchten plündern und dadurch der Stadt, ihm und sich selbst das größte Unheil zuziehen, so lief er mit und drang unter dem Getümmel zugleich in die Stadt. Bei diesem gewaltsamen Eindringen des Heeres flohen die Byzantiner vom Markte, Einige auf die Schiffe, Andre nach Hause, und die in ihren Wohnungen waren, liefen heraus; Manche ließen die Galeeren ins Meer, um sich darauf zu flüchten: Alle aber hielten sich, als wäre die Stadt erobert, für verloren. Eteonikus flüchtete sich auf die Erdzunge; Anaxibius lief ans Meer, fuhr in einem Fischerkahne nach der Burg zu und ließ sogleich Besatzungstruppen aus Chalcedon herüber kommen, weil er die Besatzung der Burg nicht für stark genug hielt, dem Angriffe der Truppen zu widerstehen. Als die Soldaten Xenophon erblickten, liefen sie zahlreich herbei und sagten: »Nun, Xenophon, kannst du ein Mann werden: Stadt, Galeeren, Geld sind in deiner Gewalt, und alle diese Krieger stehen dir zu Gebot; jetzt, wenn du willst, kannst du uns Wohlstand, jetzt können wir dir Macht und Größe verschaffen.« Er antwortete ihnen: »Ihr habt Recht, ich werde es thun. Ist dies nun euer Wunsch, so stellt euch aufs Eiligste unter die Waffen.« In der Absicht nämlich, sie zu beruhigen, forderte er selbst sie und durch sie wieder die Andern auf, zu diesem Zwecke sich unter die Waffen zu stellen. Sie ordneten sich selber in Reih' und Glied; die Hopliten standen in kurzer Zeit fünfzig Mann hoch, und die Peliasten schlossen sich im Laufe an beide Flügel an. Als sie unter den Waffen standen und nun ruhig waren, forderte Xenophon die Armee zur Berathschlagung auf und sagte: »Daß ihr aufgebracht seid, Soldaten, und euch durch die Täuschung aufs Unwürdigste behandelt glaubt, darüber wundere ich mich nicht. Allein, wenn wir, um unsre Leidenschaft zu befriedigen, an den hier anwesenden Lacedämoniern, ihres Betruges wegen, Rache nehmen und die Stadt, die uns nichts zu Leide that, ausplündern wollen, so überlegt, was daraus entstehen wird. Wir sind dann die erklärten Feinde der Lacedämonier und ihrer Bundesgenossen: welchen Krieg wir uns aber dadurch zuziehen würden, läßt sich begreifen, wenn man sich nur der neulichen Begebenheiten erinnert, von denen wir Augenzeugen waren. Denn im Anfange des Krieges, den wir Athenienser gegen die Lacedämonier und ihre Bundesgenossen führten, hatten wir theils zur See, theils auf den Werften, eine Seemacht von nicht weniger als vierhundert Galeeren; auf der Burg lagen große Geldsummen vorräthig; die jährlichen Einkünfte vom Lande und von den auswärtigen Besitzungen betrugen nicht weniger als tausend Talente; wir beherrschten alle Inseln, besaßen viele Städte in Asien und in Europa, außer vielen andern eben dies Byzanz, wo wir jetzt sind: und dennoch wurden wir so gänzlich bezwungen, wie euch Allen bekannt ist. Was für ein Schicksal hätten wir nun wol zu erwarten, jetzt, da Lacedämonier und Achäer im Bündnisse stehen, und die Athenienser und alle ihre damaligen Bundesgenossen sich an sie angeschlossen haben? Jetzt, wo Tissaphernes und alle auswärtigen Staaten, die an der See liegen, unsre Feinde sind? Jetzt, da selbst der morgenländische König, gegen den wir auszogen, um ihm die Krone und wo möglich das Leben zu nehmen, unser heftigster Feind ist? Wer ist bei der Vereinigung aller dieser Schwierigkeiten sinnlos genug, für uns noch Sieg zu erwarten? Bei den Göttern! laßt uns diese Wuth verbannen und uns nicht einen schimpflichen Tod zuziehen, durch einen Krieg, der unsre Väter, unsre eignen Freunde und Hausgenossen treffen müßte, da sie alle in den Städten wohnen, die gegen uns zu Felde ziehen würden. Und mit Recht würden sie dies thun, wenn wir die erste griechische Stadt, bei der wir ankämen, verwüsteten; da wir doch keine barbarische Stadt, auch nach dem Siege, hätten besetzen wollen. Ehe ich diese That von uns sehe, wünsche ich lieber zehntausend Klafter unter die Erde zu sinken! Ich rathe euch also, sucht euer Recht, aber als Griechen, gehorsam dem Volke, das in Griechenland den Oberbefehl führt: und findet ihr kein Gehör, so müßt ihr euch doch nicht nach erlittenem Unrechte noch der Verbannung aus Griechenland aussetzen. Ich schlage also vor, dem Anaxibius durch Abgeordnete sagen zu lassen: »Wir sind nicht in die Stadt zurückgekommen, um Gewaltthätigkeiten zu verüben, sondern um von euch, wo möglich, einige Unterstützung zu erhalten, und wenn uns dies mißlingt, wenigstens um euch zu zeigen, daß kein Betrug, sondern Gehorsam uns zum Ausmarsch vermochte.« Dies wurde beschlossen, man schickte Hieronymus aus Elis als Sprecher, den Arkadier Eurylochus und den Achäer Philesius ab, um dies vorzutragen. Während nun die Soldaten noch warteten, kam der Thebaner Cöratades heran, ein Mann, den nicht Verbannung aus Griechenland zum Herumreisen trieb, sondern die Begierde, eine Armee anzuführen, zu welchem Zweck er jeder Stadt und jedem Volke, wo man eines Anführers bedurfte, seine Dienste anbot. In dieser Absicht kam er auch jetzt und sagte: er sei bereit, sie in das sogenannte Delta von Thrazien zu führen, wo sie viele treffliche Beute machen würden; während des Marsches aber wolle er sie im Ueberfluß mit Essen und Trinken versorgen. Mit diesem Antrage gelangte zugleich die Antwort des Anaxibius an die Armee, die er sagen ließ: Ihr Gehorsam solle sie nicht gereuen, er würde seiner Regierung davon Bericht erstatten und ihnen nach seinem Vermögen zu dienen suchen. Hierauf nahmen die Soldaten den Cöratades zum Anführer und marschirten aus der Stadt. Er machte sich verbindlich am folgenden Tage mit Opfervieh, einem Seher und mit Lebensmitteln zum Essen und Trinken wieder bei der Armee einzutreffen. Nach ihrem Ausmarsche ließ Anaxibius die Thore schließen und den Herold bekannt machen, jeder Soldat, der sich noch in der Stadt betreffen ließe, sollte verkauft werden. Am folgenden Tage kam Cöratades mit Opfervieh und einem Seher zurück; ihm folgten zwanzig Männer mit Gerstenmehl, noch andere zwanzig mit Wein, drei mit Oel, einer mit Knoblauch, so schwer er tragen konnte, und endlich einer mit Zwiebeln. Dies Alles ließ er, wie zur Vertheilung, niederlegen und opferte nun. Xenophon aber ließ Kleander rufen und bat ihn, ihm die Erlaubniß zu bewirken, daß er nach Byzanz hineinkommen, und von da aus unter Segel gehen dürfte. Kleander kam mit der Antwort: »Nur mit der äußersten Mühe konnte ich die Bewilligung für dich erhalten; denn Anaxibius meinte: es sei nicht rathsam, die Soldaten an den Mauern der Stadt und dich in ihr zu haben, während die Byzantiner unruhig und unter sich selbst uneinig wären, doch möchtest du nur kommen, wenn du mit ihm absegeln wolltest.« Xenophon nahm also von der Armee Abschied und ging mit Kleander in die Stadt. Cöratades opferte am ersten Tage nicht glücklich und vertheilte auch nichts unter die Soldaten. Als er nun am folgenden Tage, zur Opferfeier bekränzt, bei den Opferthieren am Altare stand, gingen der Dardanier Timasion, der Asinäer Neon und Orchomenier Kleanor zu ihm und sagten: er möchte nicht opfern, weil er die Armee nicht anführen könnte, ohne ihr zuvor Lebensmittel zu verschaffen. Nun ließ er diese vertheilen. Da ihm aber noch so viel fehlte, daß jeder Soldat nur für einen Tag lang versorgt war, that er auf seine Feldherrnschaft Verzicht und ging mit den Opferthieren davon. |