Autorenseite

 << zurück weiter >> 

Anzeige. Gutenberg Edition 16. Alle Werke aus dem Projekt Gutenberg-DE. Mit zusätzlichen E-Books. Eine einmalige Bibliothek. +++ Information und Bestellung in unserem Shop +++

γ'   3.

Ὃ δὲ δὴ ἔγραψα ὅτι βασιλεὺς ἐξεπλάγη τῇ ἐφόδῳ, τῇδε δῆλον ἦν. Τῇ μὲν γὰρ πρόσϑεν ἡμέρᾳ πέμπων τὰ ὅπλα παραδιδόναι ἐκέλευε, τότε δὲ ἅμα ἡλίῳ ἀνατέλλοντι κήρυκας ἔπεμψε περὶ σπονδῶν. Οἱ δ' ἐπεὶ ἦλϑον πρὸς τοὺς προφύλακας, ἐζήτουν τοὺς ἄρχοντας. Ἐπειδὴ δ' ἀπήγγειλαν οἱ προφύλακες, Κλέαρχος, τυχὼν τότε τὰς τὰξεις ἐπισκοπῶν, εἶπε τοῖς προφύλαξι κελεύειν τοὺς κήρυκας περιμένειν ἄχρι ἄν σχολάσῃ. Ἐπεὶ δὲ κατέστησε τὸ στράτευμα ὥστε καλῶς ἔχειν ὁρᾶσϑαι πάντῃ φάλαγγα πυκνήν, τῶν δὲ ἀόπλων μηδένα καταφανῆ εἶναι, ἐκάλεσε τοὺς ἀγγέλους, καὶ αὐτός τε προῆλϑε, τούς τε εὐοπλοτάτους ἔχων καὶ εὐειδεστάτους τῶν αὑτοῦ στρατιωτῶν, καὶ τοῖς ἄλλοις στρατηγοῖς τἀυτὰ ἔφρασεν. Ἐπεὶ δὲ ἦν πρὸς τοῖς ἀγγέλοις, ἀνηρώτα τί βούλοιντο. Οἱ δ' ἔλεγον ὅτι περὶ σπονδῶν ἥκοιεν, ἄνδρες οἵτινες ἱκανοὶ ἔσονται τά τε παρὰ βασιλέως τοῖς Ἕλλησιν ἀπαγγεῖλαι καὶ τὰ παρὰ τῶν Ἑλλήνων βασιλεῖ. Ὁ δὲ ἀπεκρίνατο· Ἀπαγγέλλετε τοίνυν αὐτῷ ὅτι μάχης δεῖ πρῶτον· ἄριστον γὰρ οὐκ ἔστιν οὐδ' ὁ τολμήσων περὶ σπονδῶν λέγειν τοῖς Ἕλλησι μὴ πορίσας ἄριστον.

Ταῦτα ἀκούσαντες οἱ ἄγγελοι ἀπήλαυνον, καὶ ἧκον ταχύ· ᾧ καὶ δῆλον ἦν ὅτι ἐγγύς που ἦν βασιλεὺς ἢ ἄλλος τις ᾧ ἐπετέτακτο ταῦτα πράττειν· ἔλεγον δὲ ὅτι εἰκότα δοκοῖεν λέγειν βασιλεῖ καὶ ἥκοιεν ἡγεμόνας ἔχοντες, οἳ αὐτούς, ἐὰν σπονδαὶ γένωνται, ἄξουσιν ἔνϑεν ἕξουσι τὰ ἐπιτήδεια. Ὁ δ' ἠρώτα εἰ αὐτοῖς τοῖς ἀνδράσι σπένδοιτο τοῖς ἰοῦσι καὶ ἀπιοῦσιν ἢ καὶ τοῖς ἄλλοις ἔσοιντο σπονδαί. Οἱ δέ, Ἅπασιν, ἔφασαν, μέχρι ἂν βασιλεῖ τὰ παρ' ὑμῶν διαγγελϑῇ. Ἐπεὶ δὲ ταῦτα εἶπον, μεταστησάμενος αὐτοὺς ὁ Κλέαρχος ἐβουλεύετο· καὶ ἐδόκει ταχὺ τὰς σπονδὰς ποιεῖσϑαι καὶ καϑ'ἡσυχίαν ἐλϑεῖν τε ἐπὶ τὰ ἐπιτήδεια καὶ λαβεῖν. Ὁ δὲ Κλέαρχος εἶπε· Δοκεῖ μὲν καὶ ἐμοὶ ταῦτα· οὐ μέντοι ταχύ γε ἀπαγγελῶ, ἀλλὰ διατρίψω ἔστ' ἂν ὀκνήσωσιν οἱ ἄγγελοι μὴ ἀποδόξῃ ἡμῖν τὰς σπονδὰς ποιήσασϑαι· οἶμαί γε μέντοι, ἔφη, καὶ τοῖς ἡμετέροις στρατιώταις τὸν αὐτὸν φόβον παρέσεσϑαι. Επεὶ δὲ ἐδόκει καιρὸς εἶναι, ἀπήγελλεν ὅτι σπένδοιτο καὶ εὐϑὺς ἡγεῖσϑαι ἐκέλευε πρὸς τὰ ἐπιτήδεια.

Καὶ οἱ μὲν ἡγοῦντο, Κλέαρχος μέντοι ἐπορεύετο τὰς μὲν σπονδὰς ποιησάμενος, τὸ δὲ στράτευμα ἔχων ἐν τάξει, καὶ αὐτὸς ὠπισϑοφυλάκει. Καὶ ἐνετύγχανον τάφροις καὶ αὐλῶσιν πλήρεσιν ὕδατος, ὡς μὴ δύνασϑαι διαβαίνειν ἄνευ γεφυρῶν· ἀλλ' ἐποιοῦντο διαβάσεις ἐκ τῶν φοινίκων οἳ ἦσαν ἐκπεπτωκότες, τοὺς δὲ καὶ ἐξέκοπτον. Καὶ ἐνταῦϑα ἦν Κλέαρχον καταμαϑεῖν ὡς ἐπεστάτει, ἐν μὲν τῇ ἀριστερᾷ χειρὶ τὸ δόρυ ἔχων, ἐν δὲ τῇ δεξιᾷ βακτηρίαν· καὶ εἴ τις αὐτῷ δοκοίη τῶν πρὸς τοῦτο τεταγμένων βλακεύειν, ἐκλεγόμενος τὸν ἐπιτήδειον ἔπαισεν ἄν, καὶ ἅμα αὐτὸς προσελάμβανεν εἰς τὸν πηλὸν ἐμβαίνων· ὥστε πᾶσιν αἰσχύνην εἶναι μὴ οὐ συσπουδάζειν. Καὶ ἐτὰχϑησαν μὲν πρὸς αὐτὸ οἱ τριάκοντα ἔτη γεγονότες· ἐπεὶ δὲ καὶ Κλέαρχον ἑώρων σπουδάζοντα, προσελάμβανον καὶ οἱ πρεσβύτεροι. Πολὺ δὲ μᾶλλον ὁ Κλέαρχος ἔσπευδεν, ὑποπτεύων μὴ ἀεὶ οὗτω πλήρεις εἶναι τὰς τάφρους ὕδατος· οὐ γὰρ ἦν ὥρα οἵα τὸ πεδίον ἄρδειν· ἀλλ'ἵνα ἤδη πολλὰ τὰ ἄπορα φαίνοιτο τοῖς Ἕλλησιν εἶναι εἰς τὴν πορείαν, τούτου ἕνεκα βασιλέα ὑπώπτευεν ἐπὶ τὸ πεδίον τὸ ὕδωρ ἀφεικέναι.

Πορευόμενοι δὲ ἀφίκοντο εἰς κώμας, ὅϑεν ἀπέδειξαν οἱ ἡγεμόνες λαμβάνειν τὰ ἐπιτήδεια. Ἐνῆν δὲ σῖτος πολὺς καὶ οἶνος φοινίκων καὶ ὄξος ἑψητὸν ἀπὸ τῶν αὐτῶν. Αὐταὶ δὲ αἱ βάλανοι τῶν φοινίκων οἵας μὲν ἐν τοῖς Ἕλλησιν ἔστιν ἰδεῖν τοῖς οἰκέταις ἀπέκειντο, αἱ δὲ τοῖς δεσπόταις ἀποκείμεναι ἦσαν ἀπόλεκτοι, ϑαυμάσιαι τὸ κάλλος καὶ τὸ μέγεϑος, ἡ δὲ ὄψις ἠλέκτρου οὐδὲν διέφερε· τὰς δέ τινας ξηραίνοντος τραγήματα ἀπετίϑεσαν. Καὶ ἦν καὶ παρὰ πότον ἡδὺ μέν, κεφαλαλγὲς δέ. Ἐνταῦϑα καὶ τὸν ἐγκέφαλον τοῦ φοίνικος πρῶτον ἔφαγον οἱ στρατιῶται, καὶ οἱ πολλοὶ ἐϑαύμασαν τό τε εἶδος καὶ τὴν ἰδιότητα τῆς ἡδονῆς. Ἦν δὲ σφόδρα καὶ τοῦτο κεφαλαγές. Ὁ δὲ φοῖνιξ ὅϑεν ἐξαιρεϑείη ὁ ἐγκέφαλος ὅλος αὐαίνετο.

Ἐνταῦϑα ἔμειναν ἡμέρας τρεῖς· καὶ παρὰ μεγάλου βασιλέως ἧκε Τισσαφέρνης καὶ ὁ τῆς βασιλέως γυναικὸς ἀδελφὸς καὶ ἄλλοι Πέρσαι τρεῖς· δοῦλοι δὲ πολλοὶ εἵποντο. Ἐπεὶ δὲ ἀπήντησαν αὐτοῖς οἱ τῶν Ἑλλήνων στρατηγοί, ἔλεγε πρῶτον Τισσαφέρνης δι' ἑρμηνέως τοιάδε.

Ἐγώ, ὦ ἄνδρες Ἕλληνες, γείτων οἰκῶ τῇ Ἑλλάδι, καὶ ἐπεὶ ὑμᾶς εἶδον εἰς πολλὰ [κακὰ] καὶ ἀμήχανα ἐμπεπτωκότας, εὕρημα ἐποιησάμην εἴ πως δυναίμην παρὰ βασιλέως αἰτήσασϑαι δοῦναί μοι ἀποσῶσαι ὑμᾶς εἰς τὴν Ἑλλάδα. Οἶμαι γὰρ ἂν οὐκ ἀχαρίστως μοι ἕξειν οὔτε πρὸς ὑμῶν οὔτε πρὸς τῆς Ἑλλάδος ἁπάσης. Ταῦτα δὲ γνοὺς ἠτούμην βασιλέα, λέγων αὐτῷ ὅτι δικαίως ἄν μοι χαρίζοιτο, ὅτι αὐτῷ Κῦρόν τε ἐπιστρατεύοντα πρῶτος ἤγγειλα καὶ βοήϑειαν ἔχων ἅμα τῇ ἀγγελίᾳ ἀφικόμην, καὶ μόνος τῶν κατὰ τοὺς Ἕλληνας τεταγμένων οὐκ ἔφυγον, ἀλλὰ διήλασα καὶ συνέμιξα βασιλεῖ ἐν τῷ ὑμετέρῳ στρατοπέδῳ, ἔνϑα βασιλεὺς ἀφίκετο, ἐπεὶ Κῦρον ἀπέκτεινε, καὶ τοὺς σὺν Κύρῳ βαρβάρους ἐδίωξα σὺν τοῖσδε τοῖς παροῦσι νῦν μετ' ἐμοῦ, οἵπερ αὐτῷ εἰσι πιστότατοι. Καὶ περὶ μὲν τούτων ὑπέσχετό μοι βουλεύσασϑαι· ἐρέσϑαι δέ με ὑμᾶς ἐκέλευσεν ἐλϑόντα τίνος ἕνεκεν ἐστρατεύσατε ἐπ' αὐτόν. Καὶ συμβουλεύω ὑμῖν μετρίως ἀποκρίνασϑαι, ἵνα μοι εὐπρακτότερον ᾖ ἐάν τι δύνωμαι ἀγαϑὸν ὑμῖν παρ' αὐτοῦ διαπρὰξασϑαι.

Πρὸς ταῦτα μεταστάντες οἱ Ἕλληνες ἐβουλεύοντο· καὶ ἀπεκρίναντο, Κλέαρχος δ' ἔλεγεν· Ἡμεῖς οὔτε συνήλϑομεν ὡς βασιλεῖ πολεμήσοντες οὔτ' ἐπορευόμεϑα ἐπὶ βασιλέα, ἀλλὰ πολλὰς προφάσεις Κῦρος εὕρισκεν, ὡς καὶ σὺ εὖ οἶσϑα, ἵνα ὑμᾶς τε ἀπαρασκευάστους λάβοι καὶ ἡμᾶς ἐνϑάδε ἀναγάγοι. Ἐπεὶ μέντοι ἤδη ἑωρῶμεν αὐτὸν ἐν δεινῷ ὄντα, ᾐσχύνϑημεν καὶ ϑεοὺς καὶ ἀνϑρώπους προδοῦναι αὐτόν, ἐν τῷ πρόσϑεν χρόνῳ παρέχοντες ἡμᾶς αὐτοὺς εὖ ποιεῖν. Ἐπεὶ δὲ Κῦρος τέϑνηκεν, οὔτε ἀντιποιούμεϑα βασιλεῖ τῆς ἀρχῆς οὔτ' ἔστιν ὅτου ἕνεκ' ἂν βουλοίμεϑα τὴν βασιλέως χώραν κακῶς ποιεῖν, οὐδ' αὐτὸν ἀποκτεῖναι ἂν ἐϑέλοιμεν, πορευοίμεϑα δ' ἂν οἴκαδε, εἴ τις ἡμᾶς μὴ λυποίη· ἀδικοῦντα μέντοι πειρασόμεϑα σὺν τοῖς ϑεοῖς ἀμύνασϑαι· ἐὰν μέντοι τις ἡμᾶς εὖ ποιῶν ὑπάρχῃ, καὶ τούτου εἴς γε δύναμιν οὐχ ἡττησόμεϑα εὖ ποιοῦντες.

Ὁ μὲν οὕτως εἶπεν· ἀκούσας δὲ ὁ Τισσαφέρνης ἔφη· Ταῦτα ἐγὼ ἀπαγγελῶ βασιλεῖ καὶ ὑμῖν πάλιν τὰ παρ' ἐκείνου· μέχρι δ'ἂν ἐγὼ ἥκω αἱ σπονδαὶ μενόντων· ἀγορὰν δὲ ἡμεῖς παρέξομεν. Καὶ εἰς μὲν τὴν ὑστεραίαν οὐχ ἧκεν, ὥσϑ'οἱ Ἕλληνες ἐφρόντιζον τῇ δὲ τρίτῃ ἥκων ἔλεγεν ὅτι διαπεπραγμένος ἥκοι παρὰ βασιλέως δοϑῆναι αὐτῷ σώζειν τοὺς Ἕλληνας, καίπερ πάνυ πολλῶν ἀντιλεγόντων ὡς οὐκ ἄξιον εἴη βασιλεῖ ἀφεῖναι τοὺς ἐφ' ἑαυτὸν στρατευσαμένους. Τέλος δ' εἶπε· Καὶ νῦν ἔξεστιν ὑμῖν πιστὰ λαβεῖν παρ'ἡμῶν ἦ μὴν φιλίαν παρέξειν ὑμῖν τὴν χώραν καὶ ἀδόλως ἀπάξειν εἰς τὴν Ἑλλάδα ἀγορὰν παρέχοντας· ὅπου δ' ἂν μὴ παρέχωμεν ἀγοράν, λαμβάνειν ὑμᾶς ἐκ τῆς χώρας ἐάσομεν τὰ ἐπιτήδεια. Ὑμᾶς δ' αὖ ἡμῖν δεήσει ὀμόσαι ἦ μὴν πορεύεσϑαι ὡς διὰ φιλίας ἀσινῶς, σῖτα καὶ ποτὰ λαμβάνοντας, ὁπόταν μὴ ἀγορὰν παρέχωμεν · ἐὰν δὲ παρέχωμεν ἀγοράν, ὠνουμένους ἕξειν τὰ ἐπιτήδεια. Ταῦτα ἔδοξε, καὶ ὤμοσαν καὶ δεξιὰς ἔδοσαν Τισσαφέρνης καὶ ὁ τῆς βασιλέως γυναικὸς ἀδελφὸς τοῖς τῶν Ἑλλήνων στρατηγοῖς καὶ λοχαγοῖς καὶ ἔλαβον παρὰ τῶν Ἑλλήνων. Μετὰ δὲ ταῦτα Τισσαφέρνης εἶπε· Νῦν μὲν δὴ ἄπειμι ὡς βασιλέα· ἐπειδὰν δὲ διαπράξωμαι ἃ δέομαι, ἥξω συσκευασάμενος ὡς ἀπάξων ὑμᾶς εἰς τὴν Ἑλλάδα καὶ αὐτὸς ἀπιὼν ἐπὶ τὴν ἐμαυτοῦ ἀρχήν.

Daß der König, wie oben erwähnt, über den Anmarsch der Feinde erschrocken war, lag am Tage. Denn ungeachtet er noch Tags zuvor den Griechen die Auslieferung der Waffen hatte anbefehlen lassen, schickte er doch jetzt am frühen Morgen Herolde ab, um ihnen einen Vertrag anzubieten. Die Vorposten meldeten das Verlangen derselben, mit den Heerführern zu sprechen, und erhielten vom Klearch, der eben mit der Musterung beschäftigt war, Befehl, sie zur Geduld zu verweisen, bis er Muße hätte. Nachdem er die Truppen so gestellt hatte, daß sie, in eine dichte Phalanx gedrängt, den herrlichsten Anblick gewährten und kein Unbewaffneter zu sehen war, ließ er die Boten zu sich rufen und trat ihnen an der Spitze einer ausgewählten Mannschaft, die sich durch ihre Rüstung und ihr Ansehen empfahl, entgegen, was nach seiner Vorschrift auch die übrigen Heerführer thaten. Auf seine Frage nach ihrem Begehren antworteten sie: der König habe Personen bevollmächtigt, um zwischen ihm und den Griechen einen Vertrag zu schließen und die wechselseitigen Bedingungen zu überbringen. »Nun so sagt ihm,« erwiederte Klearch, »wir müßten uns vor Allem schlagen, denn wir hätten nichts zu essen und ohne dafür gesorgt zu haben, würde es Keiner wagen, den Griechen von Waffenstillstand zu reden.« Auf diesen Bescheid ritten die Herolde fort, und bei ihrer Rückkunft, die sehr bald erfolgte, und auf die Nähe des Königs oder einer andern bevollmächtigten Person schließen ließ, sagten sie: ihre Gründe leuchteten dem Könige ein, und sie kämen mit Wegweisern, um ihnen, wenn sie zu einem Vertrage geneigt wären, Lebensmittel anzuweisen. Klearch fragte weiter: ob sich der Waffenstillstand nur auf die hin- und zurückgehenden Unterhändler oder auf Alle erstrecken solle. »Auf Alle,« erwiederten sie, »so lange, bis der König eure Anträge gehört hat.« Hierauf ließ Klearch sie abtreten und legte die Sache den Heerführern zur Berathschlagung vor. Diese hielten es allgemein für rathsam, den Vertrag sogleich anzunehmen, um ohne Schwierigkeit Lebensmittel zu erhalten. »Auch ich,« sagte Klearch, »bin dieser Meinung; indessen will ich mich nicht sogleich erklären, sondern eine Weile zögern, bis sie besorgt werden, ob wir den Vertrag auch annehmen möchten. Ja, ich glaube, selbst unsere Soldaten werden dasselbe befürchten.« Als es ihm nun Zeit schien, machte er seine Einwilligung zu dem Vertrage bekannt und verlangte, daß die Abgesandten sogleich zu dem Empfange der Lebensmittel den Weg zeigten. Dies geschah, und Klearch ließ nun, um den Vertrag zu schließen, das Heer, dessen Hintertreffen er führte, in Ordnung den Marsch antreten. Da man auf diesem Wege Graben und Kanäle antraf, die voll Wasser waren, und ohne Brücken nicht passirt werden konnten, so bewerkstelligte man den Uebergang dadurch, daß man Palmbäume, die theils schon da lagen, theils erst gefällt wurden, darüber hinwarf. Auch hier zeigte sich Klearch als Anführer von der trefflichsten Seite; die linke Hand mit einer Lanze, die rechte mit einem Stocke bewaffnet, gab er Achtung, und wenn er unter den zu diesem Geschäfte commandirten Soldaten einen bemerkte, der sich lange besann und eine bequeme Stelle auswählte, so züchtigte er ihn und legte dann selbst, auch wenn er in Schlamm waten mußte, Hand ans Werk. Die Scham ermunterte nun Alle, gleiche Thätigkeit zu beweisen. Eigentlich waren zu dieser Arbeit nur Leute bis ins dreißigste Jahr beordert; als aber die älteren den Klearch so thätig sahen, griffen auch sie das Werk an. Klearch eilte um so mehr, dieses Hinderniß bald aus dem Wege zu räumen, weil er vermuthete, daß die Gräben nicht immer so voll Wasser wären, sondern daß der König durch die Bewässerung dieses Feldes, die der Jahreszeit gar nicht anpaßte, den Griechen nur die vielen Schwierigkeiten ihres ferneren Marsches habe vorspiegeln wollen. Sie setzten dann ihren Zug fort und kamen in die Dörfer, wo nach Angabe der Wegweiser Lebensmittel anzutreffen waren. Man fand daselbst viel Getreide, nebst Palmwein und Palmessig. Die Datteln von der Größe, wie man sie in Griechenland sieht, werden fürs Gesinde aufgehoben; die ausgewählten aber, Stücke von bewundernswürdiger Größe und Schönheit, und an Farbe dem Bernstein ganz gleich, sind den Herrschaften bestimmt. Manche pflegen sie zu trocknen und zum Nachtisch aufzusetzen. Auch das Getränk davon schmeckte angenehm, verursachte aber Kopfweh. Hier aßen die Soldaten auch zum ersten Male Palmmark, und viele konnten sich über die Gestalt und den eignen Wohlgeschmack desselben nicht genug wundern. Es verursachte aber ebenfalls starken Kopfschmerz. Der Palmbaum, aus dem das Mark herausgenommen war, verdorrte gänzlich.

Während ihres hiesigen Aufenthalts, der drei Tage dauerte, kam Tissaphernes, nebst dem Bruder der Königin und noch drei anderen Personen, mit einem starken Gefolge von Sklaven, von dem Großkönige zu ihnen. Die griechischen Heerführer waren ihnen entgegen gegangen und Tissaphernes hielt durch einen Dolmetscher folgende Anrede an sie:

»Da ich, ihr Griechen, als Griechenlands Nachbar, es sah, in was für schlimme und rettungslose Lagen ihr euch stürztet, so hielt ich es für ein nicht leicht zu hoffendes Glück, wenn es mir gelänge, von dem Könige die Erlaubniß zu erwirken, euch wohlbehalten in euer Vaterland zurückzubringen, denn für diesen Dienst glaube ich doch auf euern und des ganzen Griechenlandes Dank rechnen zu dürfen. In dieser Voraussetzung bat ich den König und gründete meine Ansprüche auf seine Bewilligung darauf, weil ich ihn zuerst von den Absichten des Cyrus unterrichtete, und mit dieser Nachricht zugleich auch Hilfstruppen mitbrachte; weil ich ferner von den persischen Feldherren, die gegen euch fochten, der einzige war, der nicht floh, sondern sich durchschlug und mit dem Könige in eurem Lager, wohin er nach Cyrus' Fall vorgedrungen war, vereinigte, weil ich endlich die barbarischen Truppen des Cyrus eben mit dem Corps, das ich mitbrachte, und das aus den getreusten Leuten des Königs besteht, verfolgte. Der König versprach mir, die Sache in Ueberlegung zu ziehen, doch trug er mir auf, euch zu fragen, warum ihr gegen ihn gefochten habt. Wenn ihr euch nun rathen laßt, so antwortet gemäßigt, um mich zu unterstützen, der ich mich bei ihm für euer Wohl verwende.«

Hierauf entfernten sich die Griechen, um zu berathschlagen und brachten folgende Antwort, die Klearch vortrug, zurück: »Weder beim Zusammenziehen unserer Truppen, noch später auf dem Marsche hatten wir die Absicht, den König zu bekriegen. Aber Cyrus, wie dir auch sehr wohl bekannt ist, erfand mancherlei Vorwände, um uns nach Oberasien zu führen, und euch recht unvermuthet anzugreifen. Da wir nun seine Absicht erst dann erfuhren, als er sich schon in der schlimmsten Lage befand, so bewog uns die Scheu vor Göttern und Menschen, einen Mann, von dem wir uns vorher hatten Wohlthaten erzeigen lassen, nicht zu verrathen. Jetzt aber, da Cyrus todt ist, haben wir keinen Grund mehr, gegen das Leben oder die Herrschaft des Königs feindliche Absichten zu hegen, oder seine Länder zu verwüsten; nur wolle man uns ungefährdet in unser Vaterland ziehen lassen. Gegen den, der uns angreift, werden wir uns mit Hilfe der Götter zu wehren wissen; behandelt man uns aber freundschaftlich, so wollen wir Alles aufbieten, um uns auch hierin nicht übertreffen zu lassen.«

»Diese Erklärung,« sagte Tissaphernes, »will ich dem Könige bringen und euch seine Antwort darauf bekannt machen. Bis dahin dauert der Waffenstillstand fort, und wir versorgen euch mit Lebensmitteln.« Am folgenden Tage blieb er aus, und die Griechen fingen schon an besorgt zu werden. Am dritten Tage aber kam er und brachte folgende Antwort: »Ich habe es nun beim Könige ausgewirkt, euch in Frieden nach Griechenland zurückzuführen, obgleich mir Viele aus dem Grunde widersprachen, daß es der Ehre des Königs entgegen sei, seine Feinde so ruhig ziehen zu lassen. Und nun, sagte er am Schlusse, könnt ihr euch von uns die Versicherung geben lassen, daß ihr in unserem Lande nichts zu besorgen habt, sondern Lebensmittel und sicheres Geleit nach Griechenland erhalten werdet. Da, wo wir euch etwa keinen Marktplatz anweisen, dürft ihr euch das Nöthige selbst aus der umliegenden Gegend nehmen. Ihr müßt uns aber auch im Gegentheil schwören, friedlich durch unser Land zu ziehen, da, wo kein Markt ist, nur Essen und Trinken zu nehmen, auf den Marktplätzen aber die Lebensmittel baar zu bezahlen.«

Dies wurde genehmigt und von beiden Theilen beschworen, wobei Tissaphernes und der Bruder der Königin mit den griechischen Heerführern und Hauptleuten den Handschlag wechselten. Hierauf sagte Tissaphernes: »Jetzt gehe ich nun wieder zum Könige, nach Beendigung meiner Geschäfte aber komme ich marschfertig wieder, um in meine Provinz abzugehen und euch nach Griechenland zu bringen.«


 << zurück weiter >>